2010-11-18

Μ. Βασιλείου - Εἰς τὸ «Καθελῶ μου τὰς ἀποθήκας»

Διπλοῦν τὸ εἶδος τῶν πειρασμῶν. Ἢ γὰρ αἱ θλίψεις βασανίζουσι τὰς καρδίας, ὥσπερ χρυσὸν ἐν καμίνῳ, διὰ τῆς ὑπομονῆς τὸ δόκιμον αὐτῶν ἀπελέγχουσαι· ἢ καὶ πολλάκις αὐταὶ αἱ εὐθηνίαι τοῦ βίου ἀντὶ πειρατηρίου γίνονται τοῖς πολλοῖς. Ὁμοίως γάρ ἐστι χαλεπὸν ἔν τε δυσκολίαις πραγμάτων ἀταπείνωτον τὴν ψυχὴν διασώσασθαι, καὶ ἐν ταῖς περιφανείαις μὴ ἐπαρθῆναι πρὸς ὕβριν. Παράδειγμα δὲ τοῦ μὲν προτέρου εἴδους τῶν πειρασμῶν ὁ μέγας Ἰώβ, ὁ ἀκαταγώνιστος ἀθλητής· ὅς, πᾶσαν τοῦ διαβόλου τὴν βίαν, ὥσπερ χειμάῤῥου φοράν, ἀσείστῳ καρδίᾳ καὶ λογισμοῖς ἀτρέπτοις ὑποδεξάμενος, τοσούτῳ μείζων ἐκ τῶν πειρασμῶν ἀνεφάνη, ὅσῳ μεγάλα αὐτῷ καὶ δυσέκλυτα ἐδόκει παρὰ τοῦ ἐχθροῦ προβεβλῆσθαι τὰ παλαίσματα.

Τῶν δὲ κατὰ τὴν εὐημερίαν τοῦ βίου πειρασμῶν ὑποδείγματα ἄλλα τε τινά, καὶ οὗτος ὁ νῦν ἡμῖν ἀναγνωσθεὶς πλούσιος· ὃς τὸν μὲν εἶχε πλοῦτον, τὸν δὲ ἤλπιζε· τοῦ φιλανθρώπου Θεοῦ ἐξ ἀρχῆς αὐτὸν ἐπὶ τῇ ἀγνωμοσύνῃ τῶν τρόπων μὴ κατακρίναντος, ἀλλ' ἀεὶ τῷ προϋπάρχοντι πλούτῳ πλοῦτον ἕτερον προστιθέντος, εἴ πως αὐτῷ κόρον ἐμποιήσας ποτέ, πρὸς τὸ κοινωνικὸν καὶ ἥμερον τὴν ψυχὴν αὐτοῦ ἐκκαλέσαιτο· Ἀνθρώπου, γάρ φησίν, πλουσίου εὐφόρησεν ἡ χώρα, καὶ διελογίζετο καθ' ἑαυτόν· Τί ποιήσω; Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω· Διὰ τί οὖν ηὐφόρησεν ἡ χώρα τοῦ ἀνθρώπου μηδὲν ἀγαθὸν ἐκ τῆς εὐφορίας ποιήσειν μέλλοντος; Ἵνα μᾶλλον ἡ τοῦ Θεοῦ μακροθυμία φανῇ, καὶ μέχρι τῶν τοιούτων ἐκτεινομένης αὐτοῦ τῆς χρηστότητος· Βρέχει γὰρ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς· Ἡ δὲ τοιαύτη τοῦ Θεοῦ ἀγαθότης μείζονα συνάγει τοῖς πονηρευομένοις τὴν κόλασιν. Ἤνεγκε τοὺς ὄμβρους ἐπὶ τὴν ὑπὸ τῶν πλεονεκτικῶν χειρῶν γεωργουμένην γῆν· ἔδωκε τὸν ἥλιον ἐκθάλπειν τὰ σπέρματα, καὶ πολυπλασιάζειν τοὺς καρποὺς διὰ τῆς εὐφορίας. Καὶ τὰ μὲν παρὰ Θεοῦ τοιαῦτα, γῆς ἐπιτηδειότης, ἀέρων εὔκρατοι καταστάσεις, σπερμάτων ἀφθονίαι, βοῶν συνεργίαι, τὰ ἄλλα, οἷς γεωργία πέφυκεν εὐθηνεῖσθαι· τὰ δὲ παρὰ τοῦ ἀνθρώπου οἷα; Τὸ πικρὸν τοῦ ἤθους, ἡ μισανθρωπία, τὸ δυσμετάδοτον. Ταῦτα τῷ εὐεργέτῃ ἀντεπεδείκνυτο. Οὐκ ἐμνήσθη τῆς κοινῆς φύσεως· οὐχ ἡγήσατο χρῆναι τὸ περιττεῦον τοῖς ἐνδεέσι καταμερίσαι· οὐκ ἔσχε τινὰ λόγον τῆς ἐντολῆς· Μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ· καί, Ἐλεημοσύναι καὶ πίστις μὴ ἐκλειπέτωσάν σε· καί, Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου· Καὶ πάντες προφῆται, καὶ πάντες διδάσκαλοι ἐμβοῶντες, οὐκ εἰσηκούοντο· ἀλλ' αἱ μὲν ἀποθῆκαι διεῤῥήγνυντο τῷ πλήθει τῶν ἀποκειμένων στενοχωρούμεναι, ἡ φειδωλὸς δὲ καρδία οὐκ ἐνεπίμπλατο. Ἀεὶ γὰρ τὰ νέα τοῖς παλαιοῖς προστιθείς, καὶ ταῖς κατ' ἔτος προσθήκαις τὴν εὐπορίαν προσαύξων, εἰς τὴν ἀδιέξοδον ταύτην ἀμηχανίαν ἐνέπεσεν, ὑποχωρεῖν μὲν τοῖς παλαιοῖς διὰ τὴν πλεονεξίαν μὴ συγχωρῶν, ὑποδέχεσθαι δὲ τὰ νέα διὰ τὸ πλῆθος μὴ ἐξαρκῶν. Διὰ τοῦτο ἀνήνυτα μὲν αὐτῷ τὰ βουλεύματα, ἄποροι δὲ αἱ φροντίδες. Τί ποιήσω; Τίς οὐκ ἂν ἐλεήσειεν τὸν οὕτω πολιορκούμενον; Δείλαιος τῆς εὐφορίας, ἐλεεινὸς τῶν παρόντων ἀγαθῶν, ἐλεεινότερος τῶν προσδοκωμένων. Μὴ γὰρ προσόδους αὐτῷ φέρει ἡ γῆ, στεναγμοὺς αὐτῷ φύει· μὴ γὰρ καρπῶν εὐφορίαν συνάγει, φροντίδας καὶ λύπας καὶ ἀμηχανίαν δεινήν. Ὅμοια τοῖς πενομένοις ὀδύρεται. Ἢ οὐχὶ ταύτην ἀφίησι τὴν φωνὴν καὶ ὁ διὰ πτωχείαν στενοχωρούμενος; Τί ποιήσω; πόθεν τροφαί; πόθεν ἐνδύματα; Ταῦτα καὶ ὁ πλούσιος φθέγγεται. Ὀδυνᾶται τὴν καρδίαν ὑπὸ τῆς μερίμνης διεσθιόμενος. Ὃ γὰρ τοὺς ἄλλους εὐφραίνει, τοῦτο τήκει τὸν πλεονέκτην. Οὐ γὰρ χαίρει πάντων αὐτῷ πεπληρωμένων τῶν ἔνδον, ἀλλὰ νύσσει τὴν ψυχὴν αὐτοῦ περιῤῥέων ὁ πλοῦτος, καὶ τῶν ταμιείων ὑπερχεόμενος, μή που, καὶ πρὸς τοὺς ἔξωθεν παρακύψας, ἀγαθοῦ τινος ἀφορμὴ τοῖς ἐνδεέσι γένηται.

Καί μοι δοκεῖ τὸ πάθος αὐτοῦ τῆς ψυχῆς τῷ τῶν γαστριμάργων προσεοικέναι· οἳ διαῤῥαγῆναι μᾶλλον ὑπὸ λαιμαργίας αἱροῦνται, ἢ τῶν λειψάνων μεταδοῦναι τοῖς ἐνδεέσι. Σύνες, ἄνθρωπε, τοῦ δεδωκότος. Μνήσθητι σεαυτοῦ, τίς εἶ, τί οἰκονομεῖς, παρὰ τίνος ἔλαβες, διὰ τί τῶν πολλῶν προεκρίθης. Ἀγαθοῦ Θεοῦ γέγονας ὑπηρέτης, οἰκονόμος τῶν ὁμοδούλων· μὴ πάντα οἴου τῇ γαστρὶ τῇ σῇ παρεσκευάσθαι. Ὡς περὶ ἀλλοτρίων βουλεύου τῶν ἐν χερσίν· μικρὸν εὐφραίνει σε χρόνον, εἶτα διαῤῥυέντα οἰχήσεται, τὸν δὲ ἐπ' αὐτοῖς λόγον ἀπαιτηθήσῃ μετὰ ἀκριβείας. Σὺ δὲ πάντα ὁμοῦ θύραις καὶ μοχλοῖς ἐναποκλείσας ἔχεις· καὶ καταδήσας σφραγῖσιν, ἐπαγρυπνεῖς ταῖς μερίμναις, καὶ βουλεύῃ κατὰ σαυτόν, ἄφρονι συμβούλῳ σεαυτῷ κεχρημένος. Τί ποιήσω; Ἕτοιμον ἦν εἰπεῖν ὅτι Ἐμπλήσω τὰς ψυχὰς τῶν πεινώντων, ἀνοίξω τὰς ἀποθήκας, καὶ πάντας καλέσω τοὺς ἐνδεεῖς. Μιμήσομαι τὸν Ἰωσὴφ τῷ τῆς φιλανθρωπίας κηρύγματι, φθέγξομαι φωνὴν μεγαλόψυχον· Ὅσοι ὑστερεῖσθε ἄρτων, ἔλθετε πρὸς μέ· τῆς παρὰ Θεοῦ δεδομένης χάριτος τὸ ἀρκοῦν ἕκαστος, οἷον ἐκ κοινῶν πηγῶν, συμμεθέξοντες. Ἀλλ' οὐ τοιοῦτος σύ· πόθεν; Ὅς γε βασκαίνεις μὲν τοῖς ἀνθρώποις τῆς ἀπολαύσεως, πονηρὸν δὲ βουλευτήριον ἐν τῇ ψυχῇ συγκροτήσας, φροντίζεις, οὐχ ὅπως διαδῷς ἑκάστῳ τὰ πρὸς τὴν χρείαν, ἀλλ' ὅπως, πάντα ὑποδεξάμενος, πάντας τῆς ἀπ' αὐτῶν ὠφελείας ἀποστερήσῃς. Παρέστησαν οἱ τὴν ψυχὴν ἀπαιτοῦντες, κἀκεῖνος περὶ βρωμάτων τῇ ψυχῇ διελέγετο. Ταύτῃ τῇ νυκτὶ παρελαμβάνετο, καὶ εἰς ἔτη πολλὰ τὴν ἀπόλαυσιν ἐφαντάζετο. Συνεχωρήθη πάντα βουλεύσασθαι, καὶ φανερὰν ἑαυτοῦ ποιῆσαι τὴν γνώμην, ἵνα ἀξίαν τῆς προαιρέσεως δέξηται τὴν ἀπόφασιν.

Ὃ μὴ πάθῃς σύ. Διὰ τοῦτο γὰρ γέγραπται, ἵνα φύγωμεν τὴν ὁμοίωσιν. Μίμησαι τὴν γῆν, ἄνθρωπε· καρποφόρησον ὡς ἐκείνη, μὴ χείρων φανῇς τῆς ἀψύχου. Ἐκείνη μὲν οὖν τοὺς καρποὺς οὐκ εἰς ἑαυτῆς ἀπόλαυσιν, ἀλλ' εἰς τὴν σὴν ὑπηρεσίαν ἐξέθρεψε· σὺ δὲ ὃν ἂν ἐπιδείξῃ τῆς εὐποιΐας καρπόν, σεαυτῷ τοῦτον συνάγεις, διότι τῶν ἀγαθῶν ἔργων αἱ χάριτες ἐπὶ τοὺς διδόντας ἐπαναστρέφουσιν. Ἔδωκας τῷ πεινῶντι, καὶ σὸν γίνεται τὸ δοθὲν μετὰ προσθήκης ἐπανελθόν. Ὣσπερ γὰρ ὁ σῖτος, εἰς τὴν γῆν πεσών, κέρδος τῷ προεμένῳ γίνεται· οὕτως ὁ ἄρτος, εἰς τὸν πεινῶντα καταβληθείς, πολύχουν τὴν ὠφέλειαν εἰς ὕστερον ἀναδίδωσιν. Ἔστω οὖν σοι τὸ πέρας τῆς γεωργίας ἀρχὴ τῆς ἐπουρανίου σπορᾶς· Σπείρατε γάρ, φησίν, ἑαυτοῖς εἰς δικαιοσύνην· Τί οὖν ἀδημονεῖς, τί κόπτεις σεαυτόν, πηλῷ καὶ πλίνθοις τὸν πλοῦτον ἐναποκλεῖσαι φιλονεικῶν; Χρεῖσσον ὄνομα καλὸν ὑπὲρ πλοῦτον πολύν· Εἰ δὲ θαυμάζεις τὰ χρήματα διὰ τὴν ἀπ' αὐτῶν τιμήν, σκόπει πόσῳ πρὸς δόξαν λυσιτελέστερον, μυρίων παίδων πατέρα προσαγορεύεσθαι, ἢ μυρίους ἔχειν στατῆρας ἐν βαλλαντίῳ. Τὰ μέν γε χρήματα καταλείψεις ἐνταῦθα, καὶ μὴ βουλόμενος· τὴν δὲ ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις φιλοτιμίαν ἀποκομίσεις πρὸς τὸν Δεσπότην, ὅταν δῆμος ὅλος, ἐπὶ τοῦ κοινοῦ κριτοῦ περιστάντες σε, τροφέα καὶ εὐεργέτην καὶ πάντα τὰ τῆς φιλανθρωπίας ἀποκαλῶσιν ὀνόματα. Οὐχ ὁρᾷς τοὺς ἐν τοῖς θεάτροις, παγκρατιασταῖς, καὶ μίμοις, καὶ θηριομάχοις τισὶν ἀνθρώποις, οὓς κἂν βδελύξαιτό τις προσιδεῖν, ὑπὲρ τῆς ἐν ὀλίγῳ τιμῆς, καὶ τῶν παρὰ τοῦ δήμου θορύβων καὶ κρότων τὸν πλοῦτον προϊεμένους; Σὺ δὲ μικροπρεπὴς εἶ περὶ τὰς δαπάνας, τηλικαύτης μέλλων ἐπιβήσεσθαι δόξης; Θεὸς ἔσται ὁ ἀποδεχόμενος· ἄγγελοι εὐφημοῦντες· οἱ ἀπὸ κτίσεως ἄνθρωποι μακαρίζοντες· δόξα αἰώνιος, στέφανος δικαιοσύνης, βασιλεία τῶν οὐρανῶν, ἆθλά σοι ἔσται τῆς τῶν φθαρτῶν τούτων οἰκονομίας ὧν οὐδενὸς τούτων φροντίζεις, τῇ περὶ τὰ παρόντα σπουδῇ τῶν ἐλπιζομένων ὑπερορῶν. Δεῦρο δὴ οὖν ποικίλως διάθου τὸν πλοῦτον, φιλότιμος καὶ λαμπρὸς περὶ τὰς δαπάνας τῶν δεομένων γενόμενος. Λεγέσθω καὶ περὶ σοῦ· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· Μὴ βαρύτιμος ἔσο ταῖς χρείαις ἐπιτιθέμενος. Μὴ ἀνάμενε σιτοδείαν, ἵνα ἀνοίξῃς σιτοδοχεῖα· Ὁ γὰρ τιμιουλκῶν σῖτον δημοκατάρατος· Μὴ λιμὸν ἐκδέχου διὰ χρυσόν, μὴ κοινὴν ἔνδειαν δι' εὐπορίαν ἰδίαν. Μὴ γίνου κάπηλος συμφορῶν ἀνθρωπίνων· μὴ τὴν ὀργὴν τοῦ Θεοῦ καιρὸν ποιήσῃς περιουσίας χρημάτων. Μὴ ἐπιξάνῃς τραύματα κεκακωμένων ταῖς μάστιξι. Σὺ δὲ πρὸς μὲν τὸν χρυσὸν ἀποβλέπεις, τὸν δὲ ἀδελφὸν οὐ προσβλέπεις· καὶ τοῦ μὲν νομίσματος ἐπιγινώσκεις τὸ χάραγμα, καὶ τοῦ δοκίμου διακρίνεις τὸ κίβδηλον, τὸν δὲ ἀδελφὸν παρὰ τὴν χρείαν παντελῶς ἀγνοεῖς.

Καὶ ἡ μὲν εὔχροιά σε τοῦ χρυσοῦ ὑπερήδει· ὅσος δέ σοι ἀκολουθεῖ τοῦ ἐνδεοῦς ὁ στεναγμός, οὐ λογίζῃ. Πῶς σοι ὑπ' ὄψιν ἀγάγω τὰ πάθη τοῦ πένητος; Ἐκεῖνος, περισκεψάμενος τὰ ἔνδον, ὁρᾷ, ὅτι χρυσὸς μὲν αὐτῷ οὔτε ἐστίν, οὔτε γενήσεται πώποτε· σκεύη δὲ καὶ ἐσθής, τοιαῦτα, οἷα ἂν γένηται πτωχῶν κτήματα, ὀλίγων τὰ πάντα ὀβολῶν ἄξια. Τί οὖν; Ἐπὶ τοὺς παῖδας λοιπὸν ἄγει τὸν ὀφθαλμόν, ὥστε, αὐτοὺς ἀγαγὼν εἰς τὸ πρατήριον, ἐντεῦθεν εὑράσθαι τοῦ θανάτου παραμυθίαν. Νόησον ἐνταῦθα μάχην ἀνάγκης λιμοῦ, καὶ διαθέσεως πατρικῆς. Ἡ μὲν τὸν οἴκτιστον θάνατον ἀπειλεῖ, ἡ δὲ φύσις ἀνθέλκει, συναποθανεῖν τοῖς τέκνοις πείθουσα· καὶ πολλάκις ὁρμήσας, καὶ πολλάκις ἀνακοπείς, τελευταῖον ἐκρατήθη, ὑπὸ τῆς ἀναγκαίας καὶ ἀπαραιτήτου χρείας ἐκβιασθείς. Καὶ οἷα βουλεύεται ὁ πατήρ; Τίνα πρῶτον τούτων ἀπεμπολήσω; Τίνα δὲ ἡδέως ὁ σιτοπώλης ὄψεται; Ἐπὶ τὸν πρεσβύτατον ἔλθω; Ἀλλὰ δυσωποῦμαι αὐτοῦ τὰ πρεσβεῖα. Ἀλλὰ τὸν νεώτατον; Ἀλλ' ἐλεῶ αὐτοῦ τὴν ἡλικίαν ἀναισθητοῦσαν τῶν συμφορῶν. Οὗτος ἐναργεῖς σώζει τῶν γονέων τοὺς χαρακτῆρας· ἐκεῖνος ἐπιτηδείως ἔχει πρὸς τὰ μαθήματα. Φεῦ τῆς ἀμηχανίας! Τίς γένωμαι; Τίνι τούτων προσκρούσω; Ποίαν θηρίου ψυχὴν ἀναλάβω; Πῶς τῆς φύσεως ἐπιλάθωμαι; Ἐὰν πάντων ἀντίσχωμαι, πάντας ὄψομαι δαπανωμένους τῷ πάθει. Ἐὰν ἕνα προῶμαι, ποίοις ὀφθαλμοῖς τοὺς λειπομένους προσίδω, ὕποπτος αὐτοῖς ἤδη γεγενημένος εἰς ἀπιστίαν; Πῶς οἰκήσω τὴν οἰκίαν, ἐμαυτῷ κατασκευάσας τὴν ἀπαιδίαν; Πῶς ἐπὶ τὴν τράπεζαν ἔλθω, ἐκ τοιαύτης προφάσεως τὴν εὐπορίαν ἔχουσαν; Καὶ ὁ μὲν μετὰ μυρίων δακρύων τὸν φίλτατον τῶν παίδων ἀπεμπολήσων ἔρχεται· σὲ δὲ οὐ κάμπτει τὸ πάθος, οὐ λογισμὸν λαμβάνεις τῆς φύσεως. Ἀλλ' ὁ μὲν λιμὸς συνέχει τὸν ἄθλιον, σὺ δὲ ἀναβάλλῃ, καὶ εἰρωνεύῃ, μακροτέραν αὐτῷ κατασκευάζων τὴν συμφοράν. Καὶ ὁ μὲν τὰ σπλάγχνα προτείνεται τιμὴν τῶν τροφῶν, σοῦ δὲ οὐ μόνον οὐκ ἀποναρκᾷ ἡ χεὶρ ἐκ τοιούτων συμφορῶν ὑποδεχομένη τιμήματα, ἀλλὰ καὶ ζυγομαχεῖς περὶ τοῦ πλείονος, καὶ ὅπως ἂν πολὺ λαβὼν ἔλαττον δῴης φιλονεικεῖς, πανταχόθεν βαρύνων τὴν συμφορὰν τῷ ἀθλίῳ. Οὐ δάκρυόν σοι ἐλεεινόν, οὐ στεναγμὸς καρδίαν μαλάσσει· ἀλλ' ἄκαμπτος εἶ καὶ ἀμείλικτος. Πάντα χρυσὸν βλέπεις, χρυσὸν φαντάζῃ· τοῦτό σοι καὶ καθεύδοντι ἐνύπνιον, καὶ ἐγρηγορότι ἐνθύμιον. Ὥσπερ γὰρ οἱ ὑπὸ μανίας παράφοροι οὐ τὰ πράγματα βλέπουσιν, ἀλλὰ τὰ ἐκ τοῦ πάθους φαντάζονται· οὕτως σοι ἡ ψυχή, τῇ φιλοχρηματίᾳ κατασχεθεῖσα, πάντα χρυσόν, πάντα ἄργυρον βλέπει. Ἥδιον ἂν ἴδοις τὸν χρυσὸν ἢ τὸν ἥλιον. Εὔχῃ τὰ πάντα πρὸς τὴν τοῦ χρυσοῦ φύσιν μεταβληθῆναι, καὶ ἐπινοεῖς μέντοι καθ' ὅσον οἷόν τε.

Ποίαν γὰρ μηχανὴν διὰ χρυσὸν οὐ κινεῖς; Ὁ σῖτος χρυσός σοι γίνεται, ὁ οἶνος εἰς χρυσὸν μεταπήγνυται, τὰ ἔριά σοι ἀποχρυσοῦται· πᾶσα ἐμπορία, πᾶσα ἐπίνοια χρυσόν σοι προσάγει. Αὐτὸς ἑαυτὸν ὁ χρυσὸς ἀπογεννᾷ πολυπλασιαζόμενος ἐν δανείσμασι· καὶ κόρος οὐκ ἔστι, καὶ τέλος τῆς ἐπιθυμίας οὐκ ἐξευρίσκεται. Τῶν μὲν γὰρ παίδων τοῖς λίχνοις ἀφειδῶς πολλάκις ἐνδίδομεν τῶν περισπουδάστων ὑπερεμπίπλασθαι, ὥστε τῷ ὑπερβάλλοντι κόρῳ τὴν ἀποστροφὴν ἐμποιῆσαι· ὁ δὲ πλεονέκτης οὐχ οὕτως· ἀλλ' ὅσῳ πλειόνων ἐμφορεῖται, πλειόνων ἐφίεται· Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ· Σὺ δὲ κατέχεις τὸν παραῤῥέοντα, καὶ περιφράσσεις τὰς διεξόδους. Εἶτα κατεχόμενος καὶ ἐνλιμνάζων, οἷα ποιεῖ σοι; ῾Ρήγνυσι τὰ κωλύματα, ἀμέλει καὶ νῦν βιαίως ἐναποληφθεὶς καὶ πλημμυρῶν, καθαιρεῖ τοῦ πλουσίου τὰς ἀποθήκας, ἐδαφίζει αὐτοῦ τὰ ταμιεῖα, ὥσπερ πολέμιός τις ἐπεισελθών. Ἀλλὰ μείζονας οἰκοδομήσει; Ἄδηλον εἰ μὴ καθῃρημένας παραδώσει τῷ μετ' αὐτόν. Ὀξύτερον γὰρ ἂν αὐτὸς ἀπέλθοι ἀνασπασθείς, ἢ ἐκεῖνα κατὰ τὴν πλεονεκτικὴν ἐπίνοιαν ἐγερθείη. Ἀλλ' ὁ μὲν ἐχέτω τῶν κακῶν βουλευμάτων τὸ τέλος ἀκόλουθον· ὑμεῖς δέ, ἂν ἐμοὶ πείθησθε, πάσας θύρας ταμιείων ἀναπετάσαντες, ἀφθόνους παρέξετε τὰς διεξόδους τῷ πλούτῳ· ὥσπερ ποταμῷ μεγάλῳ πολύκαρπον γῆν δι' ὀχετῶν μυρίων ἐπερχομένῳ, οὕτως αὐτοί, τῷ πλούτῳ διδόντες διὰ ποικίλων ὁδῶν εἰς τὰς τῶν πενήτων οἰκίας κατασχίζεσθαι. Τὰ φρέατα ἐξαντλούμενα εὐροώτερα γίνεται· ἐναφιέμενα δέ, κατασήπεται· καὶ πλούτου τὸ μὲν στάσιμον ἄχρηστον, τὸ δὲ κινούμενον καὶ μεταβαῖνον κοινωφελὲς καὶ ἔγκαρπον. Ὤ πόσος μὲν ὁ παρὰ τῶν εὐεργετουμένων ἔπαινος, οὗ σὺ μὴ καταφρονήσῃς! πηλίκος δὲ ὁ παρὰ τοῦ δικαίου κριτοῦ μισθός, ᾧ σὺ μὴ ἀπιστήσῃς! Πανταχοῦ σοι τὸ ὑπόδειγμα τοῦ κατηγορουμένου πλουσίου προσαπαντάτω· ὅς, τὰ μὲν ἤδη παρόντα φυλάσσων, περὶ δὲ τῶν ἐλπιζομένων ἀγωνιῶν, καὶ ἄδηλον ἔχων εἰ βιώσεται τὴν αὔριον, τὸ αὔριον σήμερον προημάρτανεν. Οὔπω ἦλθεν ὁ ἱκέτης, καὶ προλαβὼν ἐδείκνυε τὴν ἀγριότητα· οὐ συνήγαγε τοὺς καρπούς, καὶ τῆς πλεονεξίας εἶχεν ἤδη τὸ κρῖμα. Ἡ μὲν γῆ ἐδεξιοῦτο τοῖς ἐκφορίοις αὐτῆς· βαθὺ μὲν ἐν ταῖς ἀρούραις προδεικνῦσα τὸ λήϊον· πολὺν δὲ τὸν βότρυν ὑπὲρ κλημάτων φαίνουσα· βρύουσαν δὲ τῷ καρπῷ τὴν ἐλαίαν παρεχομένη, καὶ πᾶσαν ἐπαγγελλομένη τὴν ἐξ ἀκροδρύων τρυφήν· ὁ δὲ ἀδέξιος ἦν καὶ ἄκαρπος, οὔπω ἔχων, καὶ ἤδη βασκαίνων τοῖς δεομένοις. Καίτοι πόσοι κίνδυνοι πρὸ τῆς συγκομιδῆς τῶν καρπῶν! Καὶ γὰρ καὶ χάλαζα κατέκλασε, καὶ καύσων ἐκ μέσων ἥρπασεν τῶν χειρῶν, καὶ ὕδωρ, παρὰ καιρὸν ἐκ νεφῶν ἐπιῤῥυέν, ἠχρείωσε τοὺς καρπούς. Οὐ προσεύχῃ οὖν τῷ Κυρίῳ τελειωθῆναι τὴν χάριν; Ἀλλὰ προλαμβάνων, σεαυτὸν ἀνάξιον ποιεῖς τῆς ὑποδοχῆς τῶν δειχθέντων.

Καὶ σὺ μὲν ἐν τῷ κρυπτῷ λαλεῖς σεαυτῷ, τὰ δὲ ῥήματά σου ἐν οὐρανῷ δοκιμάζεται. Διὰ τοῦτό σοι ἐκεῖθεν αἱ ἀποκρίσεις ἔρχονται. Τίνα δέ ἐστι καὶ ἃ λέγεις; ψυχή, ἔχεις πολλὰ ἀγαθὰ ἀποκείμενα· φάγε, πίε, εὐφραίνου καθ' ἡμέραν· Ὤ τῆς ἀλογίας! Εἰ δὲ χοιρείαν εἶχες ψυχήν, τί ἂν ἄλλο ἢ τοῦτο αὐτῇ εὐηγγελίσω; Οὕτω κτηνώδης εἶ, οὕτως ἀσύνετος τῶν τῆς ψυχῆς ἀγαθῶν, τοῖς τῆς σαρκὸς αὐτὴν βρώμασιν δεξιούμενος· καὶ ὅσα ὁ ἀφεδρὼν ὑποδέχεται, ταῦτα τῇ ψυχῇ παραπέμπεις; Εἰ μὲν ἀρετὴν ἔχει, εἰ πλήρης ἐστὶν ἀγαθῶν ἔργων, εἰ Θεῷ προσῳκείωται, ἔχει πολλὰ ἀγαθά, καὶ εὐφραινέσθω τὴν καλὴν τῆς ψυχῆς εὐφροσύνην. Ἐπεὶ δὲ τὰ ἐπίγεια φρονεῖς, καὶ θεὸν ἔχεις τὴν κοιλίαν, καὶ ὅλος σάρκινος εἶ, δεδουλωμένος τοῖς πάθεσιν, ἄκουε τῆς σοὶ πρεπούσης προσηγορίας, ἣν οὐδεὶς ἀνθρώπων ἔθετό σοι, ἀλλ' αὐτὸς ὁ Κύριος· Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Μείζων τῆς αἰωνίου κολάσεως ὁ γέλως τῆς ἀβουλίας. Ὁ γὰρ μετ' ὀλίγον μέλλων ἀνάρπαστος ἄγεσθαι, οἷα βουλεύεται; Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω· Καλῶς σὺ ποιῶν, φαίην ἂν ἔγωγε πρὸς αὐτόν. Ἄξια γὰρ καθαιρέσεως τὰ ταμιεῖα τῆς ἀδικίας. Κατάσκαπτε ταῖς ἑαυτοῦ χερσίν, ἃ κακῶς ᾠκοδόμησας. Λύε τὰ σιτοδοχεῖα, ὅθεν οὐδεὶς ἀπῆλθέ ποτε παραμυθίας τυχών. Ἀφάνισον πάντα οἶκον πλεονεξίας φύλακα, ἀποσκεύασον ὀρόφους, περίελε τοίχους, δεῖξον ἡλίῳ τὸν εὐρωτιῶντα σῖτον, ἐξάγαγε ἐκ φυλακῆς τὸν δέσμιον πλοῦτον, θριάμβευσον τὰ σκοτεινὰ τοῦ μαμωνᾶ καταγώγια· Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω· Ἐὰν δὲ καὶ ταύτας ἐμπλήσῃς, τί ποτε ἆρα διανοηθήσῃ; Ἦ που πάλιν καθαιρήσεις, καὶ πάλιν οἰκοδομήσεις; Καὶ τί τούτων ἀνοητότερον, ἀπέραντα μοχθεῖν, οἰκοδομεῖν μετὰ σπουδῆς, καὶ μετὰ σπουδῆς καθαιρεῖν; Ἔχεις ἀποθήκας, ἐὰν θέλῃς, τὰς κοιλίας τῶν πενήτων. Θησαύρισον σεαυτῷ θησαυρὸν ἐν οὐρανῷ. Τὰ ἐκεῖ ἀποτιθέμενα οὐ σῆτες καταβόσκονται, οὐ σηπεδὼν ἐπινέμεται, οὐ λῃσταὶ διακλέπτουσιν. Ἀλλὰ τότε μεταδώσω τοῖς δεομένοις ὅταν τὰς δευτέρας ἀποθήκας ἐμπλήσω. Μακροὺς σεαυτῷ τοὺς χρόνους τῆς ζωῆς ἔπηξας. Σκόπει μή σε προλάβῃ ὁ κατὰ προθεσμίαν ἐπείγων. Καὶ γὰρ ἡ ἐπαγγελία οὐ χρηστότητος ἐστιν, ἀλλὰ πονηρίας ἀπόδειξις. Ἐπαγγέλλῃ γάρ, οὐχ ἵνα δῷς μετὰ ταῦτα, ἀλλ' ἵνα τὸ παρὸν διακρούσῃ. Ἐπεὶ νῦν τί τὸ κωλύον πρὸς τὴν μετάδοσιν; Οὐ πάρεστιν ὁ ἐνδεής; οὐχὶ πλήρεις αἱ ἀποθῆκαι; οὐχ ὁ μισθὸς ἕτοιμος; οὐχ ἡ ἐντολὴ τηλαυγής; Ὁ πεινῶν τήκεται· ὁ γυμνητεύων πήγνυται· ὁ ἀπαιτούμενος ἄγχεται· καὶ σὺ τὴν ἐλεημοσύνην εἰς τὴν αὔριον ἀναβάλλῃ; Ἄκουε Σολομῶντος· Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα· Οἵων παραγγελμάτων ὑπερορᾷς, τῇ φιλαργυρίᾳ τὰ ὦτα προαποβύσας! Πόσην ἔδει σε χάριν ἔχειν τῷ εὐεργέτῃ, καὶ φαιδρὸν εἶναι, καὶ λαμπρύνεσθαι τῇ τιμῇ, ὅτι οὐκ αὐτὸς διοχλεῖς θύρας ἑτέρων, ἀλλὰ τὰς σὰς ἄλλοι καταλαμβάνουσι! Νῦν δὲ κατηφὴς εἶ καὶ δυσέντευκτος, ἐκκλίνων τὰς ἀπαντήσεις, μή πού τι καὶ μικρὸν ἀναγκασθῇς τῶν χειρῶν ἐκβαλεῖν. Μίαν οἶδας φωνήν· Οὐκ ἔχω· οὐδὲ δώσω· πένης γάρ εἰμι. Πένης εἶ τῷ ὄντι, καὶ ἐνδεὴς παντὸς ἀγαθοῦ· πένης ἀγάπης· πένης φιλανθρωπίας, πένης πίστεως εἰς Θεόν, πένης ἐλπίδος αἰωνίου. Συμμεριστὰς ποίησον τῶν σητῶν τοὺς ἀδελφούς· τὸ αὔριον σηπόμενον σήμερον μετάδος τῷ δεομένῳ. Πλεονεξίας εἶδος τὸ χαλεπώτατον, μηδὲ τῶν φθειρομένων μεταδιδόναι τοῖς ἐνδεέσι.

Τίνα, φησίν, ἀδικῶ συνέχων τὰ ἐμαυτοῦ; Ποῖα, εἰπέ μοι, σαυτοῦ; πόθεν λαβὼν εἰς τὸν βίον εἰσήνεγκας; Ὥσπερ ἂν εἴ τις, ἐν θεάτρῳ θέαν καταλαβών, εἶτα ἐξείργοι τοὺς ἐπεισιόντας, ἴδιον ἑαυτοῦ κρίνων τὸ κοινῶς πᾶσι κατὰ τὴν χρῆσιν προκείμενον· τοιοῦτοί εἰσι καὶ οἱ πλούσιοι. Τὰ γὰρ κοινὰ προκατασχόντες, ἴδια ποιοῦνται διὰ τὴν πρόληψιν. Ἐπεὶ εἰ τὸ πρὸς παραμυθίαν τῆς ἑαυτοῦ χρείας ἕκαστος κομιζόμενος, τὸ περιττὸν ἠφίει τῷ δεομένῳ, οὐδεὶς μὲν ἂν ἦν πλούσιος, οὐδεὶς δὲ πένης, οὐδεὶς ἐνδεής. Οὐχὶ γυμνὸς ἐξέπεσας τῆς γαστρός; οὐ γυμνὸς άλιν εἰς τὴν γῆν ὑποστρέψεις; Τὰ δὲ παρόντα σοι πόθεν; Εἰ μὲν ἀπὸ ταυτομάτου λέγεις, ἄθεος εἶ, μὴ γνωρίζων τὸν κτίσαντα, μηδὲ χάριν ἔχων τῷ δεδωκότι· εἰ δὲ ὁμολογεῖς εἶναι παρὰ Θεοῦ, εἰπὲ τὸν λόγον ἡμῖν δι' ὃν ἔλαβες. Μὴ ἄδικος ὁ Θεός, ὁ ἀνίσως ἡμῖν διαιρῶν τὰ τοῦ βίου; Διὰ τί σὺ μὲν πλουτεῖς, ἐκεῖνος δὲ πένεται; Ἢ πάντως, ἵνα καὶ σὺ χρηστότητος καὶ πιστῆς οἰκονομίας μισθὸν ὑποδέξῃ, κἀκεῖνος τοῖς μεγάλοις ἄθλοις τῆς ὑπομονῆς τιμηθῇ; Σὺ δέ, πάντα τοῖς ἀπληρώτοις τῆς πλεονεξίας κόλποις περιλαβών, οὐδένα οἴει ἀδικεῖν τοσούτους ἀποστερῶν; Τίς ἐστιν ὁ πλεονέκτης; Ὁ μὴ ἐμμένων τῇ αὐταρκείᾳ. Τίς δέ ἐστιν ὁ ἀποστερητής; Ὁ ἀφαιρούμενος τὰ ἑκάστου. Σὺ δὲ οὐ πλεονέκτης; σὺ δὲ οὐκ ἀποστερητής; ἃ πρὸς οἰκονομίαν ἐδέξω, ταῦτα ἴδια σεαυτοῦ ποιούμενος; Ἢ ὁ μὲν ἐνδεδυμένον ἀπογυμνῶν λωποδύτης ὀνομασθήσεται· ὁ δὲ τὸν γυμνὸν μὴ ἐνδύων, δυνάμενος τοῦτο ποιεῖν, ἄλλης τινός ἐστι προσηγορίας ἄξιος; Τοῦ πεινῶντός ἐστιν ὁ ἄρτος, ὃν σὺ κατέχεις· τοῦ γυμνητεύοντος τὸ ἱμάτιον, ὃ σὺ φυλάσσεις ἐν ἀποθήκαις· τοῦ ἀνυποδέτου τὸ ὑπόδημα, ὃ παρὰ σοὶ κατασήπεται· τοῦ χρῄζοντος τὸ ἀργύριον, ὃ κατορύξας ἔχεις. Ὥστε τοσούτους ἀδικεῖς, ὅσοις παρέχειν ἠδύνασο.

Καλοὶ μέν, φησίν, οἱ λόγοι, ἀλλὰ καλλίων ὁ χρυσός. Ὥσπερ οἱ τοῖς ἀκολάστοις περὶ σωφροσύνης διαλεγόμενοι. Καὶ γὰρ ἐκεῖνοι, διαβαλλομένης τῆς ἑταίρας, ἀπὸ τῆς ὑπομνήσεως πρὸς τὰς ἐπιθυμίας ἐκκαίονται. Πῶς σοι ὑπ' ὄψιν ἀγάγω τὰ πάθη τοῦ πένητος, ἵνα γνῷς ἀπὸ ποταπῶν στεναγμῶν σεαυτῷ θησαυρίζεις; Ὤ πόσου ἄξιόν σοι φανεῖται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως τὸ ῥῆμα ἐκεῖνο· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατε με· γυμνὸς ἤμην, καὶ περιεβάλετέ με· Ποταπὴ δέ σοι φρίκη, καὶ ἱδρώς, καὶ σκότος περιχυθήσεται, ἀκούοντι τῆς καταδίκης· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ οὐ περιεβάλετε με· Οὐδὲ γὰρ ἐκεῖ ὁ ἅρπαξ ἐγκαλεῖται, ἀλλ' ὁ ἀκοινώνητος κατακρίνεται. Ἐγὼ μὲν εἶπον, ἃ συμφέρειν ἐνόμιζον, σοὶ δὲ πεισθέντι μὲν πρόδηλα τὰ ἐν ἐπαγγελίαις ἀποκείμενα ἀγαθά· παρακούσαντι δὲ γεγραμμένη ἐστὶν ἡ ἀπειλή, ἧς εὔχομαί σε τὴν πεῖραν διαφυγεῖν, βελτίονα γνώμην μεταλαβόντα, ἵνα λύτρον σοι γένηται ὁ ἴδιος πλοῦτος, καὶ ἐφ' ἕτοιμα βαδίσῃς τὰ οὐράνια ἀγαθά· χάριτι τοῦ πάντας ἡμᾶς καλέσαντος εἰς τὴν ἑαυτοῦ βασιλείαν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.